Alessandro in Arabia
VERSIONE DI GRECO di Arriano
TRADUZIONE dal libro Ostraka

Λόγος δὲ κατέχει ὅτι ἤκουεν Ἄραβας δύο μόνοντιμᾶν θεούς͵ τὸν Οὐρανόν τε καὶ τὸν Διόνυσον͵ τὸνμὲν Οὐρανὸν αὐτόν τε ὁρώμενον καὶ τὰ ἄστρα ἐν οἷἔχοντα τά τε ἄλλα καὶ τὸν ἥλιον͵ ἀφ΄ ὅτου μεγίστηκαὶ φανοτάτη ὠφέλεια ἐς πάντα ἥκει τὰ ἀνθρώπεια͵Διόνυσον δὲ κατὰ δόξαν τῆς ἐς Ἰνδοὺς στρατιᾶς. οὔκουν ἀπαξιοῦν καὶ αὐτὸν τρίτον ἂν νομισθῆναιπρὸς Ἀράβων θεόν͵ οὐ φαυλότερα ἔργα Διονύσουἀποδειξάμενον͵ εἴπερ οὖν καὶ Ἀράβων κρατήσας ἐπιτρέψειεν αὐτοῖς͵ καθάπερ Ἰνδοῖς͵ πολιτεύειν κατὰ τὰ σφῶν νόμιμα. τῆς τε χώρας ἡ εὐδαιμονία ὑπεκίνειαὐτόν͵ ὅτι ἤκουεν ἐκ μὲν τῶν λιμνῶν τὴν κασίανγίγνεσθαι αὐτοῖς͵ ἀπὸ δὲ τῶν δένδρων τὴν σμύρναντε καὶ τὸν λιβανωτόν͵ ἐκ δὲ τῶν θάμνων τὸ κιννάμωμον τέμνεσθαι͵ οἱ λειμῶνες δὲ ὅτι νάρδον αὐτόματοιἐκφέρουσι