Nozze tra Macedoni e Persiani
VERSIONE DI GRECO di Arriano
TRADUZIONE dal libro ἡμεῖς οἱ Ελληνες (emeis oi ellenes)

Ἀλέξανδρος͵ Ὁ δὲ καὶ γάμους ἐποίησεν ἐν Σούσοις αὑτοῦ τεκαὶ τῶν ἑταίρων· αὐτὸς μὲν τῶν Δαρείου θυγατέρωντὴν πρεσβυτάτην Βαρσίνην ἠγάγετο͵ ὡς δὲ λέγειἈριστόβουλος͵ καὶ ἄλλην πρὸς ταύτῃ͵ τῶν Ὤχουθυγατέρων τὴν νεωτάτην Παρύσατιν. ἤδη δὲ ἦναὐτῷ ἠγμένη καὶ ἡ Ὀξυάρτου τοῦ Βακτρίου παῖςΡωξάνη. Δρύπετιν δὲ Ἡφαιστίωνι δίδωσι͵ Δαρείουπαῖδα καὶ ταύτην͵ ἀδελφὴν τῆς αὑτοῦ γυναικός· ἐθέλειν γάρ οἱ ἀνεψιοὺς τῶν παίδων γενέσθαι τοὺςἩφαιστίωνος παῖδας· Κρατερῷ δὲ Ἀμαστρίνην τὴνὈξυάτρου τοῦ Δαρείου ἀδελφοῦ παῖδα· Περδίκκᾳ δὲτὴν Ἀτροπάτου τοῦ Μηδίας σατράπου παῖδα ἔδωκεν· Πτολεμαίῳ δὲ τῷ σωματοφύλακι καὶ Εὐμενεῖ τῷ γραμματεῖ τῷ βασιλικῷ τὰς Ἀρταβάζου παῖδας τῷ μὲνἈρτακάμαν͵ τῷ δὲ Ἄρτωνιν· Νεάρχῳ δὲ τὴν Βαρσίνηςτε καὶ Μέντορος παῖδα· Σελεύκῳ δὲ τὴν Σπιταμένουςτοῦ Βακτρίου παῖδα· ὡσαύτως δὲ καὶ τοῖς ἄλλοιςἑταίροις τὰς δοκιμωτάτας Περσῶν τε καὶ Μήδωνπαῖδας ἐς ὀγδοήκοντα. οἱ γάμοι δὲ ἐποιήθησαν νόμῳ τῷ Περσικῷ· θρόνοι ἐτέθησαν τοῖς νυμφίοις ἐφεξῆςκαὶ μετὰ τὸν πότον ἧκον αἱ γαμούμεναι καὶ παρεκαθέζοντο ἑκάστη τῷ ἑαυτῆς· οἱ δὲ ἐδεξιώσαντό τεαὐτὰς καὶ ἐφίλησαν· πρῶτος δὲ ὁ βασιλεὺς ἦρξεν·ἐν τῷ αὐτῷ γὰρ πάντων ἐγίγνοντο οἱ γάμοι. καὶτοῦτο͵ εἴπερ τι ἄλλο͵ ἔδοξε δημοτικόν τε καὶ φιλέ ταιρον πρᾶξαι Ἀλέξανδρον. οἱ δὲ παραλαβόντες ἀπῆγοντὴν αὑτοῦ ἕκαστος· προῖκας δὲ ξυμπάσαις ἐπέδωκενἈλέξανδρος. καὶ ὅσοι δὲ ἄλλοι ἠγμένοι ἦσαν Μακεδόνες τῶν Ἀσιανῶν τινας γυναικῶν͵ ἀπογραφῆναιἐκέλευσε καὶ τούτων τὰ ὀνόματα͵ καὶ ἐγένοντο ὑπὲρτοὺς μυρίους͵ καὶ τούτοις δωρεαὶ Ἀλεξάνδρου ἐδόθησανἐπὶ τοῖς γάμοις