οἱ μὲν εἰωθότες, ὦ Νικόκλεις, τοῖς βασιλεῦσιν ὑμῖν ἐσθῆτας ἄγειν ἢ χαλκὸν ἢ χρυσὸν εἰργασμένον ἢ τῶν ἄλλων τι τῶν τοιούτων κτημάτων, ὧν αὐτοὶ μὲν ἐνδεεῖς εἰσιν ὑμεῖς δὲ πλουτεῖτε, λίαν ἔδοξαν εἶναί μοι καταφανεῖς οὐ δόσιν ἀλλ’ ἐμπορίαν ποιούμενοι, καὶ πολὺ τεχνικώτερον αὐτὰ πωλοῦντες τῶν ὁμολογούντων καπηλεύειν·ἡγησάμην δ’ ἂν γενέσθαι ταύτην καλλίστην δωρεὰν καὶ χρησιμωτάτην καὶ μάλιστα πρέπουσαν ἐμοί τε δοῦναι καὶ σοὶ λαβεῖν, εἰ δυνηθείην ὁρίσαι ποίων ἐπιτηδευμάτων ὀρεγόμενος καὶ τίνων ἀπεχόμενος ἄριστ’ ἂν καὶ τὴν πόλιν καὶ τὴν βασιλείαν διοικοίης.τοὺς μὲν γὰρ ἰδιώτας ἐστὶ πολλὰ τὰ παιδεύοντα, μάλιστα μὲν τὸ μὴ τρυφᾶν ἀλλ’ ἀναγκάζεσθαι περὶ τοῦ βίου καθ’ ἑκάστην τὴν ἡμέραν βουλεύεσθαι,ἔπειθ’ οἱ νόμοι καθ’ οὓς ἕκαστοι πολιτευόμενοι τυγχάνουσιν, ἔτι δ’ ἡ παρρησία καὶ τὸ φανερῶς ἐξεῖναι τοῖς τε φίλοις ἐπιπλῆξαι καὶ τοῖς ἐχθροῖς ἐπιθέσθαι ταῖς ἀλλήλων ἁμαρτίαις·

O Nicocle, coloro che hanno l'abitudine, di portare a voi re vesti o bronzo o oro lavorato o altri simili oggetti di valore, dei quali lui è povero e voi ricchi, mi pare fin troppo palese che non fa un dono ma un mercato e vende questi oggetti molto più abilmente di chi si dedica per professione al commercio.