Ὥσπερ Ἀλεξάνδρος, Ἀριστόβουλος µονοµαχίαν γράψας Ἀλεξάνδρου καὶ Πώρου, καὶ ἀναγνόντος αὐτῷ τοῦτο µάλιστα τὸ χωρίον τῆς γραφῆς — ᾤετο γὰρ χαριεῖσθαι τὰ µέγιστα τῷ βασιλεῖ ἐπιψευδοµενος ἀριστείας τινὰς αὐτῷ καὶ ἀναπλάττων ἔργα µείζω τῆς ἀληθείας — λαβὼν ἐκεῖνος τὸ βιβλίον — πλέοντες δὲ ἐτύγχανον ἐν τῷ ποταµῷ τῷ Ὑδάσπῃ — ἔρριψεν ἐπὶ κεφαλὴν ἐς τὸ ὕδωρ ἐπειπών, Καὶ σὲ δὲ οὕτως ἐχρῆν, ὦ Ἀριστόβουλε, τοιαῦτα ὑπὲρ ἐµοῦ µονοµαχοῦντα καὶ ἐλέφαντας ἑνὶ ἀκοντίῳ φονεύοντα. Καὶ ἔµελλέ γε οὕτως ἀγανακτήσειν ὁ Ἀλέξανδρος, ὅς γε οὐδὲ τὴν τοῦ ἀρχιτέκτονος τόλµαν ἠνέσχετο, ὑποσχοµένου τὸν Ἄθω εἰκόνα ποιήσειν αὐτοῦ καὶ µετακοσµήσειν τὸ ὄρος εἰς ὁµοιότητα τοῦ βασιλέως, ἀλλὰ κόλακα εὐθὺς ἐπιγνοὺς τὸν ἄνθρωπον οὐκετ᾽ οὐδ᾽ ἐς τὰ ἄλλα ὁµοίως ἐχρῆτο.
Come per esempio Alessandro, dopo che Aristobulo aveva descritto il duello di Alessandro e Poro e mentre gli leggeva proprio questo passo dell'opera – pensava infatti di fare cosa gradita al re attribuendogli falsamente imprese grandissime ed inventando fatti più grandi della verità – preso il libro - si trovavano a navigare sul fiume Idaspe -...(CONTINUA)