A sparta non è concesso arricchirsi
versione greco Senofonte traduzione
libro Alfa beta grammata
Ἐναντία γε μὴν καὶ τοῖς τάδε ἄλλοις Ἕλλησι ένομοθέτει o Λυκοῦργος ἐν τῇ Σπάρτῃ νόμιμα. ἐν μὲν γὰρ δήπου ταῖς ἄλλαις πόλεσι πάντες χρηματίζονται ὅσον δύνανται · ὁ μὲν γὰρ γεωργεῖ, ὁ δὲ ναυκληρεῖ, ὁ δ 'ἐμπορεύεται, οἱ δὲ καὶ ἀπὸ τεχνῶν τρέφονται ἐν δὲ τῇ Σπάρτῃ Λυκοῦργος τοῖς μὲν ἐλευθέροις τῶν μὲν ἀμφὶ χρηματισμὸν ἀπεῖπε μηδενὸς ἅπτεσθαι, ὅσα δὲ ἐλευθερίαν ταῖς πόλεσι παρασκευάζει, ταῦτα ἔταξε μόνα ἔργα αὑτῶν νομίζειν. καὶ γὰρ δὴ τί πλοῦτος ἐκεῖ γε σπουδαστέος, ἔνθα ἴσα μὲν φέρειν εἰς τὰ ἐπιτήδεια, ὁμοίως δὲ διαιτᾶσθαι τάξας ἐποίησε μὴ ἡδυπαθείας ἕνεκα χρημάτων ὀρέγεσθαι;