AZIONI DI CONONE IN ASIA MINORE
VERSIONE DI GRECO di Senofonte
TRADUZIONE dal libro greco antico n. 13 pagina 150
Traduzione disponibile per utenti registrati
ἅμα δὲ τῷ ἔαρι ναῦς τε πολλὰς συμπληρώσας καὶ ξενικὸν προσμισθωσάμενος ἔπλευσεν ὁ Φαρνάβαζός τε καὶ ὁ Κόνων μετ' αὐτοῦ διὰ νήσων εἰς Μῆλον, ἐκεῖθεν δὲ ὁρμώμενοι εἰς τὴν Λακεδαίμονα. καταπλεύσας δὲ πρῶτον μὲν εἰς Φαρὰς ἐδῄωσε ταύτην τὴν χώραν, ἔπειτα καὶ ἄλλοσε ἀποβαίνων τῆς παραθαλαττίας ἐκακούργει ὅ τι ἐδύνατο. φοβούμενος δὲ τήν τε ἀλιμενότητα τῆς χώρας καὶ τὰ τῆς βοηθείας καὶ τὴν σπανοσιτίαν, ταχύ τε ἀνέστρεψε καὶ ἀποπλέων ὡρμίσθη τῆς Κυθηρίας εἰς Φοινικοῦντα. 8 ἐπεὶ δὲ οἱ ἔχοντες τὴν πόλιν τῶν Κυθηρίων φοβηθέντες μὴ κατὰ κράτος ἁλοῖεν ἐξέλιπον τὰ τείχη, ἐκείνους μὲν ὑποσπόνδους ἀφῆκεν εἰς τὴν Λακωνικήν, αὐτὸς δ' ἐπισκευάσας τὸ τῶν Κυθηρίων τεῖχος φρουρούς τε καὶ Νικόφημον Ἀθηναῖον ἁρμοστὴν ἐν τοῖς Κυθήροις κατέλιπε