Διασκηνούντων δὲ μετὰ δεῖπνον ἐπήρετο ὁ Κῦρος· - « Εἰπέ μοι, ἔφη, ὦ Τιγράνη, ποῦ δὴ ἐκεῖνός ἐστιν ὁ ἀνὴρ ὃς συνεθήρα ἡμῖν καὶ σύ μοι μάλα ἐδόκεις θαυμάζειν αὐτόν. - Οὐ γάρ, ἔφη, ἀπέκτεινεν αὐτὸν οὑτοσὶ ὁ ἐμὸς πατήρ; - Τί λαβὼν ἀδικοῦντα; - Διαφθείρειν αὐτὸν ἔφη ἐμέ. Καίτοι [γ', ἔφη], ὦ Κῦρε, οὕτω καλὸς κἀγαθὸς ἐκεῖνος ἦν ὡς καὶ ὅτε ἀποθνῄσκειν ἔμελλε προσκαλέσας με εἶπε· « Μήτι σύ, ἔφη, « ὦ Τιγράνη, ὅτι ἀποκτείνει με, χαλεπανθῇς τῷ πατρί· οὐ γὰρ κακονοίᾳ τῇ σῇ τοῦτο ποιεῖ, ἀλλ' ἀγνοίᾳ. Ὁπόσα δὲ ἀγνοίᾳ ἄνθρωποι ἐξαμαρτάνουσι, πάντ' ἀκούσια ταῦτ' ἔγωγε νομίζω. » [39] Ὁ μὲν δὴ Κῦρος ἐπὶ τούτοις εἶπε· « Φεῦ τοῦ ἀνδρός. Ὁ δ' ᾿Αρμένιος ἔλεξεν· - « Οὔτοι, ἔφη, ὦ Κῦρε, οὐδ' οἱ ταῖς ἑαυτῶν γυναιξὶ λαμβάνοντες συνόντας ἀλλοτρίους ἄνδρας οὐ τοῦτο αἰτιώμενοι αὐτοὺς κατακαίνουσιν ὡς ἀμαθεστέρας; ποιοῦντας τὰς γυναῖκας, ἀλλὰ νομίζοντες ἀφαιρεῖσθαι αὐτοὺς τὴν πρὸς αὑτοὺς φιλίαν, διὰ τοῦτο ὡς πολεμίοις αὐτοῖς χρῶνται. Καὶ ἐγὼ ἐκείνῳ, ἔφη, ἐφθόνουν, ὅτι μοι ἐδόκει τοῦτον ποιεῖν αὐτὸν μᾶλλον θαυμάζειν ἢ ἐμέ. »
Mentre Ciro, Tigrane e il re d'Armenia, Ciro si alzava: "Dimmi, Tigrane, - disse - dov'è quell'uomo che cacciava con noi, sembrava che tu lo ammirassi molto. Ma Tigrane rispose: "Mio padre lo ha ucciso". Ciro chiese: "Perché ha commesso (questa) ingiustizia?". E Tigrane rispose: "Mio padre pensava che lui mi danneggiasse. Tuttavia, ...(CONTINUA)