Lisandro inganna gli ateniesi a Egospotami

Οἱ δ' Ἀθηναῖοι πλέοντες κατὰ πόδας ὡρμίσαντο ἐν Ἐλαιοῦντι τῆς Χερρονήσου ναυσὶν ὀγδοήκοντα καὶ ἑκατόν. Ἐνταῦθα δὴ ἀριστοποιουμένοις αὐτοῖς ἀγγέλλεται τὰ περὶ Λάμψακον, καὶ εὐθὺς ἀνήχθησαν εἰς Σηστόν. Ἐκεῖθεν δ' εὐθὺς ἐπισιτισάμενοι ἔπλευσαν εἰς Αἰγὸς ποταμοὺς ἀντίον τῆς Λαμψάκου· διεῖχε δὲ ταύτῃ ὁ Ἑλλήσποντος ὡς πεντεκαίδεκα σταδίους. Ἐνταῦθα δὴ ἐδειπνοποιοῦντο. Λύσανδρος δὲ τῇ ἐπιούσῃ νυκτί, ἐπεὶ ὄρθρος ἦν, ἐσήμανεν ἀριστοποιησαμένους εἰσβαίνειν εἰς τὰς ναῦς, παρασκευασάμενος δὲ πάντα ὡς εἰς ναυμαχίαν καὶ παραβάλλων τὰ παραβλήματα, προεῖπεν ὡς μηδεὶς κινήσοιτο ἐκ τῆς τάξεως μηδὲ ἀνάξοιτο. Οἱ δὲ Ἀθηναῖοι ἅμα τῷ ἡλίῳ ἀνίσχοντι παρετάξαντο ἐπὶ τῷ λιμένι ἐν μετώπῳ ὡς εἰς ναυμαχίαν. Ἐπεὶ δὲ Λύσανδρος οὐκ ἀντανήγαγε, καὶ ὀψὲ τῆς ἡμέρας ἦν, ἀπέπλευσαν πάλιν εἰς τοὺς Αἰγὸς ποταμούς. Λύσανδρος δὲ ἐκέλευσεν τὰς ταχίστας τῶν νεῶν ἕπεσθαι τοῖς Ἀθηναίοις, ἐπειδὰν δὲ ἐκβῶσι, κατιδόντας ὅ τι ποιοῦσιν ἀποπλεῖν καὶ ἐξαγγεῖλαι αὐτῷ. Καὶ οὐ πρότερον ἐξεβίβασεν ἐκ τῶν νεῶν πρὶν αὗται ἧκον. Ταῦτα δ' ἐποίει τέτταρας ἡμέρας· καὶ οἱ Ἀθηναῖοι ἐπανήγοντο. .