ἐπεὶ δὲ προϊόντες οἱ Λακεδαιμόνιοι οὐκέτι δέκα στάδια ἀπεῖχον τῶν πολεμίων, κἀκεῖνοι αὐτοῦ στρατοπεδευσάμενοι ἡσυχίαν εἶχον. Φράσω δὲ καὶ τὸ πλῆθος ἑκατέρων. συνεγελοιτο γὰρ ὁπλῖται Λακεδαιμονίων μὲν εἰς ἑξακισχιλίους, Ἠλείων δὲ καὶ Τριφυλίων καὶ Ἀκρωρείων καὶ Λασιωνίων ἐγγὺς τρισχίλιοι καὶ Σικυωνίων πεντακόσιοι καὶ χίλιοι, Ἐπιδαυρίων δὲ καὶ Τροιζηνίων καὶ Ἑρμιονέων καὶ Ἁλιέων ἐγένοντο οὐκ ἐλάττους τρισχιλίων. πρὸς δὲ τούτοις ἱππεῖς μὲν Λακεδαιμονίων περὶ ἑξακοσίους, Κρῆτες δὲ τοξόται ἠκολούθουν ὡς τριακόσιοι, καὶ μὴν σφενδονῆται Μαργανέων καὶ Λετρίνων καὶ Ἀμφιδόλων οὐκ ἐλάττους τετρακοσίων. Φλειάσιοι μέντοι οὐκ ἠκολούθουν· ἐκεχειρίαν γὰρ ἔφασαν ἔχειν. αὕτη μὲν δὴ ‹ἡ› μετὰ Λακεδαιμονίων δύναμις ἦν. ἥ γε μὴν τῶν πολεμίων ηθροιζετο Ἀθηναίων μὲν εἰς ἑξακισχιλίους ὁπλίτας, Ἀργείων δ᾽ ἐλέγοντο περὶ ἑπτακισχιλίους, Βοιωτῶν δ᾽, ἐπεὶ Ὀρχομένιοι οὐ παρῆσαν, περὶ πεντακισχιλίους, Κορινθίων γε μὴν εἰς τρισχιλίους, καὶ μὴν ἐξ Εὐβοίας ἁπάσης οὐκ ἐλάττους τρισχιλίων
Dopo, essendo arrivati anche gli spartani a non più di dieci stati dagli avversari, si accamparono restando in attesa. Citerò anche i dati relativi ai due eserciti. Gli opliti degli spartani infatti erano circa seimila, quelli di Elide, della Trifilia dell'Acroreia e di Lasione circa tremila e millecinquecento quelli di Sicione; non meno di tremila erano quelli di Epidauro, di Trezene, di Ermione e di Alie. Inoltre c'erano circa seicento cavalieri di Sparta, circa trecento arcieri di Creta e non meno di quattrocento frombolieri di Margana, di Letrini e di Anfidolo. Non partecipavano alla spedizione contingenti di Fliunte, perché avevano dichiarato, era in corso una tregua sacra.