Responsabilità dell'uomo e della donna
nella conduzione della casa
VERSIONE DI GRECO di Senofonte
TRADUZIONE dal libro Sophia
inizio: αλλ'ειναι τινες δοκουσιν ηλιακιαι και ιππων και ανθρωπων. .
fine: αρʹου δικαιως αν ο ανηρ την αιτιαν εχοι.

ἀλλ᾽ εἶναί τινές μοι δοκοῦσιν ἡλικίαι καὶ ἵππων καὶ ἀνθρώπων, αἳ εὐθύς τε χρήσιμοί εἰσι καὶ ἐπὶ τὸ βέλτιον ἐπιδιδόασιν. ἔχω δ᾽ ἐπιδεῖξαι καὶ γυναιξὶ ταῖς γαμεταῖς τοὺς μὲν οὕτω χρωμένους ὥστε συνεργοὺς ἔχειν αὐτὰς εἰς τὸ συναύξειν τοὺς οἴκους, τοὺς δὲ ᾗ ὅτι πλεῖστον λυμαίνονται. Καὶ τούτου πότερα χρή, ὦ Σώκρατες, τὸν ἄνδρα αἰτιᾶσθαι ἢ τὴν γυναῖκα; Πρόβατον μέν, ἔφη ὁ Σωκράτης, ὡς ἐπὶ τὸ πολὺ ἂν κακῶς ἔχῃ, τὸν νομέα αἰτιώμεθα, καὶ ἵππος ὡς ἐπὶ τὸ πολὺ ἂν κακουργῇ, τὸν ἱππέα κακίζομεν· τῆς δὲ γυναικός, εἰ μὲν διδασκομένη ὑπὸ τοῦ ἀνδρὸς τἀγαθὰ κακοποιεῖ, ἴσως δικαίως ἂν ἡ γυνὴ τὴν αἰτίαν ἔχοι· εἰ δὲ μὴ διδάσκων τὰ καλὰ κἀγαθὰ ἀνεπιστήμονι τούτων χρῷτο, ἆρ᾽ οὐ δικαίως ἂν ὁ ἀνὴρ τὴν αἰτίαν ἔχοι;