Ἀνὴρ κατελείπετο διὰ τὸ μηκέτι δύνασθαι πορεύεσθαι. «Καὶ ἐγὼ τὸν μὲν ἄνδρα τοσοῦτον ἐγίγνωσκον ὅτι εἷς ἡμῶν εἴη· ἠνάγκασα δὲ σε τοῦτον ἄγειν, ὡς μὴ ἀπόλοιτο· καὶ γάρ, ὡς ἐγὼ οἶμαι, πολέμιοι ἡμῖν ἐπείποντο». Συνέφη τοῦτο ὁ ἄνθρωπος. «Οὐκοῦν», ἔφη ὁ Ξενοφῶν, «ἐπεὶ προὔπεμψά σε, καταλαμβάνω αὖθις σὺν τοῖς ὀπισθοφύλαξι προσιὼν βόθρον ὀρύττοντα ὡς κατορύξοντα τὸν ἄνθρωπον, καὶ ἐπιστὰς ἐπῄνουν σε. Ἐπεὶ δὲ παρεστηκότων ἡμῶν συνέκαμψε τὸ σκέλος ἀνήρ, ἀνέκραγον οἱ παρόντες ὅτι ζῇ ἀνήρ, σὺ δ’ εἶπας· “Ὅπσα γε βούλεται· ὡς ἐγώγε αὐτὸν οὐκ ἄξω”. Ἐνταῦθα ἔπαισά σε· “Ἀληθῆ λέγεις· ἔδοξας γάρ μοι εἰδότι ἐοικέναι ὅτι ἔζη”». «Τί οὖν; » ἔφη, «ἧττόν τι ἀπέθανεν, ἢ ἐγὼ σοι ἀπέδειξα αὐτόν; ». «Καὶ γὰρ ἡμεῖς», ἔφη ὁ Ξενοφῶν, «πάντες ἀποθανούμεθα· τούτου οὖν ἕνεκα ζῶντας ἡμᾶς δεὶ κατορύχθηναι; ».