«Λέγε ὦ Νικήρατε, ἐπὶ ποίᾳ ἐπιστήμῃ μέγα φρονεῖς». Καὶ ὃς εἶπεν· «Ὁ πατὴρ ὁ ἐπιμελούμενος ὅπως ἀνὴρ ἀγαθὸς γενοίμην ἠνάγκασέ με πάντα τὰ Ὁμήρου ἔπη μαθεῖν· καὶ νῦν δυναίμην ἂν Ἰλιάδα ὅλην καὶ Ὀδύσσειαν ἀπὸ στόματος εἰπεῖν». «Ἐκεῖνο δ' – ἔφη ὁ Ἀντισθένης – λέληθέ σε, ὅτι καὶ οἱ ῥαψῳδοὶ πάντες ἐπίστανται ταῦτα τὰ ἔπη;». «Καὶ πῶς ἄν – ἔφη – λελήθοι ἀκροώμενόν γε αὐτῶν ὀλίγου' ἀν᾿ ἑκάστην ἡμέραν;». «Οἶσθά τι οὖν ἔθνος – ἔφη – ἠλιθιώτερον ῥαψῳδῶν;» «Οὐ μὰ τὸν Δί' – ἔφη ὁ Νικήρατος - οὔκουν ἔμοιγε δοκῶ». «Δῆλον γάρ – ἔφη ὁ Σωκράτης – ὅτι τὰς ὑπονοίας οὐκ ἐπίστανται. Σὺ δὲ Στησιμβρότῳ τε καὶ Ἀναξιμάνδρῳ καὶ ἄλλοις πολλοῖς πολὺ δέδωκας ἀργύριον, ὥστε οὐδέν σε τῶν πολλοῦ ἀξίων λέληθε». (Senofonte)
"Dimmi, o Nicerato, in quale sapere ti vanti grandemente?" Ed egli disse: "Mio padre, che si preoccupava che diventassi un uomo virtuoso, mi costrinse ad imparare tutti i poemi di Omero; e ora potrei recitare (letteralmente: pronunciare dalla bocca) tutta l'Iliade e l'Odissea." ... (CONTINUA)