Socrate corrompeva i giovani?
Socrate e Meleto a confronto versione senofonte
libro sapheneia

σύ µε φήις, ὦ Μέλητε, τοιαῦτα ἐπιτηδεύοντα τοὺς νέους διαφθείρειν; καίτοι ἐπιστάµεθα µὲν δήπου τίνες εἰσὶ νέων διαφθοραί· σὺ δὲ εἰπὲ εἴ τινα οἶσθα ὑπ᾽ ἐµοῦ γεγενηµένον ἢ ἐξ εὐσεβοῦς ἀνόσιον ἢ ἐκ σώφρονος ὑβριστὴν ἢ ἐξ εὐδιαίτου πολυδάπανον ἢ ἐκ µετριοπότου οἰνόφλυγα ἢ ἐκ φιλοπόνου µαλακὸν ἢ ἄλλης πονηρᾶς ἡδονῆς ἡττηµένον. Ἀλλὰ ναὶ µὰ ∆ί᾽, ἔφη ὁ Μέλητος, ἐκείνους οἶδα οὓς σὺ πέπεικας σοὶ πείθεσθαι µᾶλλον ἢ τοῖς γειναµένοις. Ὁµολογῶ, φάναι τὸν Σωκράτην, περί γε παιδείασ· τοῦτο γὰρ ἴσασιν ἐµοὶ µεµεληκός. περὶ δὲ ὑγιείας τοῖς ἰατροῖς µᾶλλον οἱ ἄνθρωποι πείθονται ἢ τοῖς γονεῦσι· καὶ ἐν ταῖς ἐκκλησίαις γε πάντες δήπου οἱ Ἀθηναῖοι τοῖς φρονιµώτατα λέγουσι πείθονται µᾶλλον ἢ τοῖς προσήκουσιν. οὐ γὰρ δὴ καὶ στρατηγοὺς αἱρεῖσθε καὶ πρὸ πατέρων καὶ πρὸ ἀδελθῶν, καὶ ναὶ µὰ ∆ία γε ὑµεῖς πρὸ ὑµῶν αὐτῶν, οὓς ἂν ἡγῆσθε περὶ τῶν πολεµικῶν φρονιµωτάτους εἶναι; Οὕτω γάρ, φάναι τὸν Μέλητον, ὦ Σώκρατες, καὶ συµφέρει καὶ νοµίζεται. Οὐκοῦν, εἰπεῖν τὸν Σωκράτην θαυµαστὸν καὶ τοῦτό σοι δοκεῖ εἶναι, τὸ ἐν µὲν ταῖς ἄλλαις πράξεσι µὴ µόνον ἰσοµοιρίας τυγχάνειν τοὺς κρατίστους, ἀλλὰ καὶ προτετιµῆσθαι, ἐµὲ δέ, <ὅτι> περὶ τοῦ µεγίστου ἀγαθοῦ ἀνθρώποις, περὶ παιδείας, βέλτιστος εἶναι ὑπό τινων προκρίνοµαι, τούτου ἕνεκα θανάτου ὑπὸ σοῦ διώκεσθαι;