Ultime parole di Ciro morente ai figli
VERSIONE DI GRECO di Senofonte

"Τὸ δ ' ὲμὸν σῶμα, ὦ παῖδες, ὅταν τελευτήσω, μήτε ἐν χρυσῷ θῆτε μήτε ἐν ἀργὺρῳ μεδὲ ἐν ἄλλῳ μηδενὶ, ἀλλὰ τῇ γῇ ὡς τάχιστα ἀπόδοτε. Τί γάρ τούτου μακαριώτερον τοῦ γῇ μιχθῆναι, ἥ πάντα μέν τά καλά, πάντα δέ τἀγαθά φυέι τε καὶ τρέφει; ἐγὼ δὲ καὶ ἄλλως φιλάνθρωπος ἐγενόμην καὶ νῦν ἡδέως ἄν μοι δοκῶ κοινωνῆσαι τοῦ εὐεργετοῦντος ἀνθρώπους. Άλλὰ γὰρ ἤδη ", ἔφη, "κλείπειν μοι φαίνεται ἡ ψυχὴ ὅθενπερ, ὡς ἔοικε, πᾶσιν ἄρχεται ἀπολείπουσα. Εἴ τις οὖν ὑμῶν ἢ δεξιᾶς βούλεται τῆς ἐμῆς ἅψασθαι ἢ ὄμμα τοὐμὸν ζῶντος ἔτι προσιδεῖν ἐθέλει, προσίτω : ὃταν δ ' ἐγὼ ἐγκαλύψωμαι, αἰτοῦμαι ὑμᾶς, ὦ παῖδες, μηδεὶς ἔτ ' ανθρώπων τοὐμὸν σῶμα ἰδέτω, μηδ ' αὐτοὶ ὑμεῖς "