Virtù di Agesilao re e uomo esemplare
VERSIONE DI GRECO di Senofonte
TRADUZIONE dal libro Lingua greca

Δοκεῖ δ’ ἔμοιγε καὶ τόδε μόνος ἀνθρώπων ἐπιδεῖξαι, ὅτι ἡμὲν τοῦ σώματος ἰσχὺς γηράσκει, ἡ δὲ τῆς ψυχῆς ῥώμη τῶνἀγαθῶν ἀνδρῶν ἀγήρατός ἐστιν. ἐκεῖνος γοῦν οὐκ ἀπεῖπεμεγάλην καὶ καλὴν ἐφιέμενος <δόξαν, ἔστε> τὸ σῶμα φέρεινἐδύνατο τὴν τῆς ψυχῆς αὐτοῦ ῥώμην. τοιγαροῦν ποίας οὐνεότητος κρεῖττον τὸ ἐκείνου γῆρας ἐφάνη; τίς μὲν γὰρ τοῖςἐχθροῖς ἀκμάζων οὕτω φοβερὸς ἦν ὡς Ἀγησίλαος τὸ μήκιστον τοῦ αἰῶνος ἔχων; τίνος δ’ ἐκποδὼν γενομένου μᾶλλονἥσθησαν οἱ πολέμιοι ἢ Ἀγησιλάου καίπερ γηραιοῦ τελευτήσαντος; τίς δὲ συμμάχοις θάρσος παρέσχεν ὅσον Ἀγησίλαος, καίπερ ἤδη πρὸς τῷ στόματι τοῦ βίου ὤν