Διονύσιος ὁ πρεσβύτερος, Ἐπεὶ δ´ ἐν ἀρχῇ τῆς τυραννίδος ἐπολιορκεῖτο συστάντων ἐπ´ αὐτὸν τῶν πολιτῶν, οἱ μὲν φίλοι συνεβούλευον ἀπαλλαγῆναι τῆς ἀρχῆς, εἰ μὴ βούλεται κρατηθεὶς ἀποθανεῖν· ὁ δὲ βοῦν ἰδὼν σφαττόμενον ὑπὸ μαγείρου καὶ πίπτοντα ταχέως « εἶτα οὐκ ἀεικές ἐστιν » εἶπεν « οὕτω βραχὺν ὄντα τὸν θάνατον φοβηθέντας ἡμᾶς ἀρχὴν ἐγκαταλιπεῖν τηλικαύτην; » Τὸν δὲ υἱὸν αἰσθόμενος, ᾧ τὴν ἀρχὴν ἀπολείπειν ἔμελλεν, ἀνδρὸς ἐλευθέρου διαφθείραντα γύναιον, ἠρώτησε μετ´ ὀργῆς, τί τοιοῦτον αὐτῷ σύνοιδεν. Εἰπόντος δὲ τοῦ νεανίσκου « σὺ γὰρ οὐκ εἶχες πατέρα τύραννον » « οὐδὲ σύ » εἶπεν « υἱὸν ἕξεις, ἐὰν μὴ παύσῃ ταῦτα ποιῶν. » Πάλιν δὲ πρὸς αὐτὸν εἰσελθὼν καὶ θεασάμενος ἐκπωμάτων χρυσῶν καὶ ἀργυρῶν πλῆθος ἀνεβόησεν « οὐκ ἔστιν ἐν σοὶ τύραννος, ὃς ἀφ´ ὧν λαμβάνεις ἀπ´ ἐμοῦ ποτηρίων τοσούτων φίλον οὐδένα σεαυτῷ πεποίηκας. »