Guerra si guerra no VERSIONE DI GRECO di Demostene TRADUZIONE dal libro kata logon
πάντα τοίνυν τἄλλ’ εἰπὼν ἂν ἡδέως, καὶ δείξας ὃν τρόπον ὑμᾶς ἔνιοι καταπολιτεύονται, τὰ μὲν ἄλλ’ ἐάσω· ἀλλ’ ἐπειδάν τι τῶν πρὸς Φίλιππον ἐμπέσῃ, εὐθὺς ἀναστάς τις λέγει τὸ τὴν εἰρήνην ἄγειν ὡς ἀγαθὸν καὶ τὸ τρέφειν δύναμιν μεγάλην ὡς χαλεπόν, καὶ “διαρπάζειν τινὲς τὰ χρήματα βούλονται, ” καὶ τοιούτους λόγους, ἐξ ὧν ἀναβάλλουσι μὲν ὑμᾶς, ἡσυχίαν δὲ ποιοῦσιν ἐκείνῳ πράττειν ὅ τι βούλεται. ἐκ δὲ τούτων περιγίγνεται, ὑμῖν μὲν ἡ σχολὴ καὶ τὸ μηδὲν ἤδη ποιεῖν, ἃ δέδοιχ’ ὅπως μήποθ’ ἡγήσεσθ’ ἐπὶ πολλῷ γεγενῆσθαι, τούτοις δ’ αἱ χάριτες καὶ ὁ μισθὸς ὁ τούτων. ἐγὼ δ’ οἴομαι τὴν μὲν εἰρήνην ἄγειν οὐχ ὑμᾶς δεῖν πείθειν, οἳ πεπεισμένοι κάθησθε, ἀλλὰ τὸν τὰ τοῦ πολέμου πράττοντα· ἂν γὰρ ἐκεῖνος πεισθῇ, τά γ’ ἀφ’ ὑμῶν ὑπάρχει· νομίζειν δ’ εἶναι χαλεπὰ οὐχ ὅσ’ ἂν εἰς σωτηρίαν δαπανῶμεν, ἀλλ’ ἃ πεισόμεθα, ἂν ταῦτα μὴ ’θέλωμεν ποιεῖν· καὶ τὸ “διαρπασθήσεται τὰ χρήματα” τῷ φυλακὴν εἰπεῖν δι’ ἧς σωθήσεται κωλύειν, οὐχὶ τῷ τοῦ συμφέροντος ἀφεστάναι.