τὰ μὲν δὴ τότε πραχθέντ᾽ οὐκ ἂν ἄλλως ἔχοι· νῦν δ᾽ ἑτέρου πολέμου καιρὸς ἥκει τις, δι᾽ ὃν καὶ περὶ τούτων ἐμνήσθην, ἵνα μὴ ταὐτὰ πάθητε. τί δὴ χρησόμεθ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, τούτῳ; εἰ γὰρ μὴ βοηθήσετε παντὶ σθένει κατὰ τὸ δυνατόν, θεάσασθ᾽ ὃν τρόπον ὑμεῖς ἐστρατηγηκότες πάντ᾽ ἔσεσθ᾽ ὑπὲρ Φιλίππου. ὑπῆρχον Ὀλύνθιοι δύναμίν τινα κεκτημένοι, καὶ διέκειθ᾽ οὕτω τὰ πράγματα· οὔτε Φίλιππος ἐθάῤῥει τούτους οὔθ᾽ οὗτοι Φίλιππον. ἐπράξαμεν ἡμεῖς κἀκεῖνοι πρὸς ἡμᾶς εἰρήνην· ἦν τοῦθ᾽ ὥσπερ ἐμπόδισμά τι τῷ Φιλίππῳ καὶ δυσχερές, πόλιν μεγάλην ἐφορμεῖν τοῖς ἑαυτοῦ καιροῖς διηλλαγμένην πρὸς ἡμᾶς. ἐκπολεμῶσαι δεῖν ᾠόμεθα τοὺς ἀνθρώπους ἐκ παντὸς τρόπου, καὶ ὃ πάντες ἐθρύλουν, πέπρακται νυνὶ τοῦθ᾽ ὁπωσδήποτε. τί οὖν ὑπόλοιπον, ὦ ἄνδρες Ἀθηναῖοι, πλὴν βοηθεῖν ἐῤῥωμένως καὶ προθύμως;
Non si può cambiare quanto è stato fatto in passato; ma ora arriva una favorevole occasione per una nuova guerra, che mi ha spinto a ricordarvi gli avvenimenti passati, perché non ripetiate gli stessi errori....(continua)