Οὐδένα πώποτε τῶν πολιτῶν, ὦ ἄνδρες Ἀθηναῖοι, οὔτε γραφὴν γραψάμενος οὔτ᾽ ἐν εὐθύναις λυπήσας, ἀλλ᾽ ὡς ἔγωγε νομίζω μέτριον ἐμαυτὸν πρὸς ἕκαστα τούτων παρέχων, ὁρῶν δὲ τήν τε πόλιν μεγάλα βλαπτομένην ὑπὸ Τιμάρχου τουτουὶ δημηγοροῦντος παρὰ τοὺς νόμους, καὶ αὐτὸς ἰδίᾳ συκοφαντούμενος, ἓν τι τῶν αἰσχίστων ἡγησάμην εἶναι μὴ βοηθῆσαι τῇ τε πόλει πάσῃ καὶ τοῖς νόμοις καὶ ὑμῖν καὶ ἐμαυτῷ· γιγνώσκων δ᾽ αὐτὸν ἔνοχον ὄντα οἷς ὀλίγῳ πρότερον ἠκούσατε ἀναγιγνώσκοντος τοῦ γραμματέως, ἐπήγγειλα αὐτῷ τὴν δοκιμασίαν ταυτηνί. Καί, ὦ ἄνδρες Ἀθηναῖοι, οἱ λόγοι κατὰ τὸ ἔθος λεγόμενοι ἐπὶ τοῖς δημοσίοις ἀγῶσιν οὐκ εἰσὶ ψευδεῖς. Αἱ γὰρ ἴδιαι ἔχθραι πολλὰ πάνυ τῶν κοινῶν ἐπανορθοῦσιν. Τοῦ μὲν οὖν ὅλου ἀγῶνος φανεῖται οὔθ᾽ ἡ πόλις αἰτία οὖσα Τιμάρχῳ οὔθ᾽ οἱ νόμοι οὔθ᾽ ὑμεῖς οὔτ᾽ ἐγώ, ἀλλ᾽ αὐτὸς οὗτος ἑαυτῷ