Lo storico al lavoro: Prove e previsioni versione greco Tucidide traduzione libro mythos pagina 124 numero 10

Θουκιδιδης Αθηναιος ξυνεγραψε τον πολεμον των Πελοποννησιων και Αθηναιων,ὡς ἐπολέμησαν πρὸς ἀλλήλους, ἀρξάμενος εὐθὺς εξ του πολεμου αρχης και ελπισας μεγαν τε γενησεσθαι και ακιολογωτατον των παντων, τεκμαιρόμενος ὅτι ἀκμάζοντές τε ἦισαν ἐς αὐτὸν ἀμφότεροι παρασκευῆ τῆ πάση καὶ τὸ ἄλλο Ἑλληνικὸν ὁρῶν ξυνιστάμενον πρὸς ἑκατέρους, τὸ μὲν εὐθύς, τὸ δὲ καὶ διανοούμενον. κίνησις γὰρ αὕτη μεγίστη δὴ τοῖς Ἕλλησιν ἐγένετο καὶ μέρει τινὶ τῶν βαρβάρων, ὡς δὲ εἰπεῖν καὶ ἐπὶ πλεῖστον ἀνθρώπων. τὰ γὰρ πρὸ αὐτῶν καὶ τὰ ἔτι παλαίτερα σαφῶς μὲν εὑρεῖν διὰ χρόνου πλῆθος ἀδύνατα ἦν, ἐκ δὲ τεκμηρίων ὧν ἐπὶ μακρότατον σκοποῦντί μοι πιστεῦσαι ξυμβαίνει οὐ μεγάλα νομίζω γενέσθαι οὔτε κατὰ τοὺς πολέμους οὔτε ἐς τὰ ἄλλα.