Temistocle scrive una lettera al re di Persia, dichiarandosi disposto a passare dalla sua parte versione di greco di Tucidide
traduzione dal libro versioni di greco Sophia pag 83 n 116
Testo per ricerca facilitata senza accenti

Θεμιστοκλης ηκω παρα σε, ος κακα μεν πλειστα Ελληνων ειργασμαι τον υμετερον οικον, οσον χρονον τον σον πατερα επιοντα εμοι αναγκῃ ημυνομην, πολυ δ'ετι πλειω αγαθα, επειδη εν τῳ ασφαλει μεν εμοι, εκεινω δε εν επικινδυνῳ παλιν η αποκομιδη εγιγνετο. και μοι ευεργεσια οφειλεται (γραψας την τε εκ Σαλαμινος προαγγελεσιν της αναχωρησεως και την των γεφυρων, ην ψευδως προσεποιησατο, τοτε δι ' αυτον ου διαλυσιν ), και νυν εχων σε μεγαλα αγαθα δρασαι παρειμι διωκομενος υπο των Ελληνων δια την σην φιλιαν. Βουλομαι δ' ευιαυτον επισχων αυτος σοι, περι ων ηκω, δηλωσαι

Testo originale

Θεμιστοκλῆς ἥκω παρὰ σέ, ὃς κακὰ μὲν πλεῖστα Ἑλλήνων εἴργασμαι τὸν ὑμέτερον οἶκον, ὅσον χρόνον τὸν σὸν πατέρα ἐπιόντα ἐμοὶ ἀνάγκῃ ἠμυνόμην, πολὺ δ' ἔτι πλείω ἀγαθά, ἐπειδὴ ἐν τῷ ἀσφαλεῖ μὲν ἐμοί, ἐκείνῳ δὲ ἐν ἐπικινδύνῳ πάλιν ἡ ἀποκομιδὴ ἐγίγνετο. καί μοι εὐεργεσία ὀφείλεται (γράψας τήν τε ἐκ Σαλαμῖνος προάγγελσιν τῆς ἀναχωρήσεως καὶ τὴν τῶν γεφυρῶν, ἣν ψευδῶς προσεποιήσατο, τότε δι' αὑτὸν οὐ διάλυσιν), καὶ νῦν ἔχων σε μεγάλα ἀγαθὰ δρᾶσαι πάρειμι διωκόμενος ὑπὸ τῶν Ἑλλήνων διὰ τὴν σὴν φιλίαν. βούλομαι δ' ἐνιαυτὸν ἐπισχὼν αὐτός σοι περὶ ὧν ἥκω δηλῶσαι. '