La più sacra legge dei greci Isocrate versione di greco e traduzione dal libro taxis numero 452 pagina 445
Τίς γὰρ οὐκ οἶδεν ἢ τίς οὐκ ἀκήκοεν τῶν τραγῳδοδιδασκάλων Διονυσίοις τὰς Ἀδράστῳ γενομένας ἐν Θήβαις συμφορὰς, ὅτι κατάγειν βουληθεὶς τὸν Οἰδίπου μὲν υἱὸν, αὑτοῦ δὲ κηδεστὴν, παμπληθεῖς μὲν Ἀργείων ἀπώλεσεν, ἅπαντας δὲ τοὺς λοχαγοὺς ἐπεῖδεν διαφθαρέντας, αὐτὸς δ' ἐπονειδίστως σωθεὶς, ἐπειδὴ σπονδῶν οὐχ οἷός τ' ἦν τυχεῖν οὐδ' ἀνελέσθαι τοὺς τετελευτηκότας, ἱκέτης γενόμενος τῆς πόλεως ἔτι Θησέως αὐτὴν διοικοῦντος ἐδεῖτο μὴ περιιδεῖν τοιούτους ἄνδρας ἀτάφους γενομένους μηδὲ παλαιὸν ἔθος καὶ πάτριον νόμον καταλυόμενον, ᾧ πάντες ἄνθρωποι χρώμενοι διατελοῦσιν οὐχ ὡς ὑπ' ἀνθρωπίνης κειμένῳ φύσεως, ἀλλ' ὡς ὑπὸ δαιμονίας προστεταγμένῳ δυνάμεως. Ὧν ἀκούσας οὐδένα χρόνον ἐπισχὼν ὁ δῆμος ἔπεμψεν πρεσβείαν εἰς Θήβας, περί τε τῆς ἀναιρέσεως συμβουλεύσοντας αὐτοῖς ὁσιώτερον βουλεύσασθαι καὶ τὴν ἀπόκρισιν νομιμωτέραν ποιήσασθαι τῆς πρότερον γενομένη