Una tragica separazione
versione greco Senofonte Efesio
traduzione libro triakonta
Ἦν δὲ τὸ θέαμα ἐλεεινόν, τῶν μὲν ἐν τῆι τριήρει ἀναγομένων, τῶν δὲ ἐν τῆι νηὶ φλεγομένων τὰς χεῖρας ἐκτεινόντων καὶ ὀλοφυρομένων. Καὶ οἱ μὲν ἔλεγον «ποῖ ποτε ἀχθήσεσθε, δεσπόται; τίς ὑμᾶς ὑποδέξεται γῆ, καὶ τίνα πόλιν οἰκήσετε; » οἱ δὲ «ὦ μακάριοι, μέλλοντες ἀποθνήισκειν εὐτυχῶς πρὸ τοῦ πειραθῆναι δεσμῶν, πρὸ τοῦ δουλείαν ληιστρικὴν ἰδεῖν». Ταῦτα λέγοντες οἱ μὲν ἀνήγοντο, οἱ δὲ κατεφλέγοντο. Ἐν τούτωι δὲ ὁ τροφεὺς τοῦ Ἁβροκόμου πρεσβύτης ἤδη, σεμνὸς ἰδεῖν καὶ διὰ τὸ γῆρας ἐλεεινός, οὐκ ἐνεγκὼν ἀναγόμενον τὸν Ἁβροκόμην, ῥίψας ἑαυτὸν εἰς τὴν θάλασσαν ἐνήχετο ὡς καταληψόμενος τὴν τριήρη «ποῖ με καταλείψεις, τέκνον» λέγων, «τὸν γέροντα, τὸν παιδαγωγόν; ποῖ δὲ ἀπερχόμενος, Ἁβροκόμη; αὐτὸς ἀπόκτεινόν με τὸν δυστυχῆ καὶ θάψον· τί γάρ ἐστί μοι ζῆν ἄνευ σοῦ; » Ταῦτα ἔλεγε καὶ τέλος ἀπελπίσας ἔτι Ἁβροκόμην ὄψεσθαι, παραδοὺς ἑαυτὸν τοῖς κύμασιν ἀπέθανε.