Δαίδαλος καὶ Ἴκαρος, ὁ Δαιδάλου, ἐκ τῆς Κρήτης φεύγειν ἐθέλουσιν, ὅτι ἐκεῖ τοῦ Μίνωος' δοῦλοί εἰσιν. Ὡς οὐκ ἔξεστι εἰς Ἀθήνας διὰ πόντου σῴζεσθαι, ποικίλαι πτέρυγες ὑπὸ τοῦ σοφοῦ Δαιδάλου παρασκευάζονται. Δαίδαλος τέχνῃ διαφέρει τῶν ἄλλων τεχνιτῶν καὶ εὐμήχανος καὶ ἔντεχνός ἐστι. Τῷ υἱῷ τὰς πτέρυγας παρέχει καὶ κελεύει Ἴκαρον τὸν ἥλιον φεύγειν· λέγει δ᾽ οὐκ ἄνευ δακρύων· «Ὦ τέκνον, ἀνάγκη ἐστίν μοι’ ὑπακούειν. Μὴ πλησίαζε τῷ ἡλίῳ, ὡς ὁ ἥλιος τὰ πτερὰ διαφθείρει». Ἀλλὰ Ικαρος τοῖς ἀνέμοις χαίρει καὶ τῷ οὐρανῷ καὶ τοῖς ἄστροις εὐφραίνεται. Διὸ τῶν ἀγαθῶν Δαιδάλου λόγων οὐκέτι φροντίζει καὶ τῷ ἡλίῳ πλησιάζει. Τὰ μὲν πτερὰ ἡλίῳ λύεται, Ἴκαρος δ᾽ εἰς τὸν πόντον πίπτει καὶ ἀποθνῄσκει. Οὕτω ἔνδοξός ἐστι ἡ συμφορὰ ὥστε ἐκεῖ ὁ πόντος Ικάριος ὀνομάζεται.
Traduzione in corso controlla questa pagina presto verrà pubblicata la traduzione