Ἱστορεῖ Ἔφορος ὅτι, παρασκευαζομένου Ξέρξου τὸν ἐπὶ τῇ Ἑλλάδι στόλον, πρέσβεις ἥκειν πρὸς Γέλωνα τὸν τύραννον ἱκετεύοντας τῷ τῶν Ἑλλήνων συλλόγῳ συμμαχῆσαι· ἐκ δὲ Περσῶν καὶ Φοινίκων πρέσβεις πρὸς Καρχηδονίους ἥκειν, προστάσσοντας ὡς πλεῖστον δέοι στόλον εἰς Σικελίαν πέμπειν. Ἀμφοτέρων δὲ τὸν λόγον δεξαμένων καὶ τοῦ μὲν Ἱέρωνος συμμαχῆσαι τοῖς Ἕλλησι προθυμουμένου, τῶν δὲ Καρχηδονίων ἑτοίμων ὄντων συμπρᾶξάι τῷ Ξέρξῃ, Γέλωνα διακοσίας συντάξαντα ναῦς καὶ δισχιλίους ἱππεῖς καὶ πεζοὺς μυρίους κατακοῦσαι στόλον Καρχηδονίων καταπλεῖν ἐπὶ Σικελίαν καὶ διαμαχησάμενον μὴ μόνον τοὺς Σικελιώτας ἐλευθερῶσαι, ἀλλὰ καὶ σύμπασαν τὴν Ἑλλάδα. (dagli Scolii a Pindaro)

Traduzione in corso...