Εἰ δὴ τὸ τέλος ὁρᾶν δεῖ καὶ τότε μακαρίζειν ἕκαστον οὐχ ὡς ὄντα μακάριον ἀλλ' ὅτι πρότερον ἦν, πῶς οὐκ ἄτοπον, εἰ ὅτ' ἔστιν εὐδαίμων, μὴ ἀληθεύσεται κατ᾿ αὐτοῦ τὸ ὑπάρχον διὰ τὸ μὴ βούλεσθαι τοὺς ζῶντας εὐδαιμονίζειν διὰ τὰς μεταβολάς, καὶ διὰ τὸ μόνιμόν τι τὴν εὐδαιμονίαν ὑπειληφέναι καὶ μηδαμῶς εὐμετάβολον, τὰς δὲ τύχας πολλάκις ανακυκλεῖσθαι περὶ τοὺς αὐτούς; Δῆλον γὰρ ὡς εἰ συνακολουθοίημεν ταῖς τύχαις, τὸν αὐτὸν εὐδαίμονα καὶ πάλιν ἄθλιον ἐροῦμεν πολλάκις, χαμαιλέοντα τινα τὸν εὐδαίμονα αποφαίνοντες καὶ σαθρῶς ἱδρυμένον. Η τὸ μὲν ταῖς τύχαις ἐπακολουθεῖν οὐδαμῶς ὀρθόν; οὐ γὰρ ἐν ταύταις τὸ εὖ ἢ κακῶς, ἀλλὰ προσδεῖται τούτων ὁ ἀνθρώπινος βίος, καθάπερ εἴπομεν, κύριαι δ᾽ εἰσὶν αἱ κατ᾽ ἀρετὴν ἐνέργεια τῆς εὐδαιμονίας, αἱ δ' ἐναντίαι τοῦ ἐναντίου. Μαρτυρεῖ δὲ τῷ λόγῳ καὶ τὸ νῦν διαπορηθέν. Περὶ οὐδὲν γὰρ οὕτως ὑπάρχει τῶν ἀνθρωπίνων ἔργων βεβαιότης περὶ τὰς ἐνεργείας τὰς κατ᾿ ἀρετήν· μονιμώτεραι γὰρ καὶ τῶν ἐπιστημῶν αὐται δοκοῦσιν εἶναι· τούτων δ' αὐτῶν αἱ τιμιώταται μονιμώτεραι διὰ τὸ μάλιστα και συνεχέστατα καταζῆν ἐν αὐταῖς τοὺς μακαρίους· τοῦτο γὰρ ἔοικεν αἰτίῳ τοῦ μὴ γίνεσθαι περὶ αὐτὰς λήθην.

Se dunque bisogna osservare la fine e allora proclamare felice ciascuno, non come essendo felice, ma perché lo era prima, come non è assurdo, se, quando è felice, non si dirà il vero contro di lui ciò che è presente (o: "la sua condizione attuale"), a causa del fatto che coloro che vivono non vogliono proclamare felici (gli uomini) a causa dei mutamenti, e a causa del fatto che hanno ritenuto la felicità qualcosa di stabile e per nulla facilmente mutevole, mentre le sorti spesso si rigirano ciclicamente attorno ai medesimi/agli stessi? ... (CONTINUA)