Favola 304 di Esopo - ΠΑΤΗΡ ΚΑΙ ΘΥΓΑΤΗΡ

ἀνήρ τις ἐρασθεὶς τῆς ἰδίας θυγατρὸς καὶ εἰς ἔρωτα τρωθεὶς ἀπέστειλεν εἰς ἀγρὸν τὴν γυναῖκα αὐτοῦ, τὴν δὲ θυγατέρα κρατηθεὶς ἐβιάσατο· ἡ δὲ ἔλεγε· πάτερ, ἀνόσια πράττεις. ἤθελον μᾶλλον ἑκατὸν ἀνδράσι με παρασχεῖν ἢ σοί.