MORTE GLORIOSA DI EPAMINONDA
VERSIONE DI GRECO di Diodoro Siculo
Qui trovi quella del libro gymnasion diversa
TRADUZIONE dal libro La lingua greca
Ἐπαμεινώνδας δ᾿ἔτι ζῶν εἰς τὴν παρεμβολὴν ἀπηνέχθη, καὶ τῶν συγκληθέντων ἰατρῶν ἀποφηναμένων ὅτι πάντως, ὅταν ἐκ τοῦ θώρακος ἐξαιρεθῇ τὸ δόρυ, συμβήσεται καὶ τὸν θάνατον ἐπακολουθῆσαι, εὐψυχοτάτην τοῦ βίου καταστροφὴν ἐποιήσατο. Πρῶτον μὲν γὰρ τὸν ὑπασπιστὴν προσκαλεσάμενος ἐπηρώτησεν, εἰ διασέσωκε τὴν ἀσπίδα. Τοῦ δὲ φήσαντος καὶ θέντος αὐτὴν πρὸ τῆς ὁράσεως, πάλιν ἐπηρώτησε πότεροι νενικήκασιν. Ἀποφαινομένου δὲ τοῦ παιδὸς ὅτι Βοιωτοὶ νενικήκασιν, 'Ὥρα, ἔφη, ἐστὶ τελευτᾶν', καὶ προσέταξεν ἐκσπάσαι τὸ δόρυ. Ἀναβοησάντων δὲ τῶν παρόντων φίλων καὶ τινοσ εἰπόντος· 'Τελευτᾷς ἄτεκνος, Ἐπαμεινώνδα', καὶ δακρύσαντος, 'Μὰ Δία μέν, ἔφη, ἀλλὰ καταλείπω δύο θυγατέρας, τήν τε ἐν Λεύκτροις νίκην καὶ τὴν ἐν Μαντινείᾳ'· καὶ τοῦ δόρατος ἐξαιρεθέντος ἄνευ πάσης ταραχῆς ἐξέπνευσεν.