Omero conosceva i giochi Olimpici?
versione greco strabone traduzione libro synesis

κατα δε τα Τρωικα η ουκ ην αγων στεϕανιτης η ουκ ενδοξος... Και ουτος μεν ου στεϕανιτης (περι τριποδος γαρ εμελλον θευσεσθαι), εκεινος δε.

κατὰ δὲ τὰ Τρωικὰ ἢ οὐκ ἦν ἀγὼν στεφανίτης ἢ οὐκ ἔνδοξος, οὔθ᾽ οὗτος οὔτ᾽ ἄλλος οὐδεὶς τῶν νῦν ἐνδόξων· οὐδὲ μέμνηται τούτων Ὅμηρος οὐδενός, ἀλλ᾽ ἑτέρων τινῶν ἐπιταφίων. καίτοι δοκεῖ τισὶ τοῦ Ὀλυμπιακοῦ μεμνῆσθαι, ὅταν φῆι τὸν Αὐγέαν ἀποστερῆσαι τέσσαρας ἀθλοφόρους ἵππους, ἐλθόντας μετ᾽ ἄεθλα· φασὶ δὲ τοὺς Πισάτας μὴ μετασχεῖν τοῦ Τρωικοῦ πολέμου ἱεροὺς νομισθέντας τοῦ Διός. ἀλλ᾽ οὔθ᾽ ἡ Πισᾶτις ὑπὸ Αὐγέαι τόθ᾽ ὑπῆρχεν, ἐν ἧι ἐστι καὶ ἡ Ὀλυμπία, ἀλλ᾽ ἡ Ἠλεία μόνον, οὔτ᾽ ἐν Ἠλείαι συνετελέσθη ὁ Ὀλυμπιακὸς ἀγὼν οὐδ᾽ ἅπαξ, ἀλλ᾽ ἀεὶ ἐν Ὀλυμπίαι. ὁ δὲ νῦν παρατεθεὶς ἐν Ἤλιδι φαίνεται γενόμενος, ἐν ἧι καὶ τὸ χρέος ὠφείλετο «καὶ γὰρ τῶι χρεῖος « ὀφείλετ᾽ ἐν Ἤλιδι δίηι, τέσσαρες ἀθλοφόροι ἵπποι. » καὶ οὗτος μὲν οὐ στεφανίτης (περὶ τρίποδος γὰρ ἔμελλον θεύσεσθαι), ἐκεῖνος δέ