AGATOCLE
VERSIONE DI GRECO di Polieno
TRADUZIONE dal libro Klimax
prima parte
Ἀγαθοκλῆς νικήσας Λεοντίνους Δεινοκράτη τὸν στρατηγὸν αὑτοῦ ἐς τὴν πόλιν ἔπεμψε λέγοντα, ὡς ἄρα φιλοτιμοῖτο πρὸς Διονύσιον καὶ βούλοιτο σῶσαι αὐτοὺς, ὡς ἐκεῖνος ἔσωσε τοὺς περὶ τὸν Ἐλλέπορον ποταμὸν πταίσαντας Ἰταλιώτας. ἐπίστευσαν Λεοντῖνοι καὶ ὅρκους ἔδωκαν. Ἀγαθοκλῆς εἰσελθὼν ἐκέλευσεν αὐτοὺς ἀόπλους εἰς τὴν ἐκκλησίαν συνελθεῖν· ὁ στρατηγὸς ἐπηρώτησεν ὅτῳ δοκεῖ ὅπερ καὶ Ἀγαθοκλεῖ, αἰρέτω τὴν χεῖρα. ὁ τοίνυν Ἀγαθοκλῆς δοκεῖ μοι, ἔφη, πάντας ἀνελεῖν. ἦσαν δὲ μύριοι. καὶ δὴ περιστάντες οἱ στρατιῶται πάντας ἀνεῖλον ἐπὶ τῆς ἐκκλησίας.
seconda parte
Ἀγαθοκλῆς Ὀφέλαν Κυρηναῖον σὺν πολλῇ δυνάμει στρατεύσαντα πυθόμενος εἶναι φιλόπαιδα ὅμηρον αὐτῷ τὸν ἴδιον υἱὸν ἔπεμψεν Ἡρακλείδην ὡραῖον ὄντα ἐντολὴν δοὺς τῷ παιδὶ ἀντισχεῖν τῇ πείρᾳ μέχρις ὀλίγων ἡμερῶν. .