L'astuta Artemisia
VERSIONE DI GRECO di POLIENO

Ἀρτεμισία τριηραρχοῦσα νεὼς μακρᾶς οὐ μόνον τὸ τῶν βαρβάρων, ἀλλὰ καὶ τὸ τῶν Ἑλλήνων σημεῖον εἶχεν. εἰ μὲν ἐδίωκεν αὐτὴ ναῦν Ἑλληνίδα, τὸ βαρβαρικὸν ἀνέτεινε σημεῖον, εἰ δὲ ὑπὸ Ἑλληνίδος νεὼς  ἐδιώκετο, ἀνέτεινε τὸ Ἑλληνικὸν, ἵνα οἱ διώκοντες ὡς Ἑλληνικῆς νεὼς ἀπέχωνται. Ἀρτεμισία Λάτμον κατελάβετο τὴν μὲν ὡπλισμένην δύναμιν ἀποκρυψαμένη, αὐτὴ δὲ μετὰ εὐνούχων καὶ γυναικῶν καὶ αὐλητῶν καὶ τυμπανιστῶν ἐς τὸ ἄλσος τῆς Μητρὸς τῶν θεῶν ἀπέχον τῆς πόλεως ἑπτὰ στάδια παρῆλθεν ὀργιάζουσα. τῶν δὲ Λατμίων προελθόντων καὶ τὴν εὐσέβειαν αὐτῆς θεωμένων καὶ θαυμαζόντωνοἱ ἀποκεκρυμμένοι ἐξαναστάντες κατελάβοντο τὴν πόλιν κρατήσαντες αὐλοῖς καὶ τυμπάνοις, ἧς οὐκ ἐκράτησαν τοῖς ὅπλοις. Ἀρτεμισία βασιλεύουσα Καρίας Ξέρξῃ βασιλεῖ συνεμάχησε κατὰ τῶν Ἑλλήνων, ὥστε καὶ τὰ ἀριστεῖα τῆς ἐν Σαλαμῖνι ναυμαχίας ταύτῃ βασιλεὺς ἔδωκεν. καὶ ἐν αὐτῷ δὲ τῷ καιρῷ τοῦ ναυμαχεῖν βασιλεὺς ὁρῶν τὴν μὲν γενναίως ἀγωνιζομένην, τοὺς δὲ ἄνδρας ἀγεννῶς ἀνεβόησεν· ὦ Ζεῦ, τοὺς μὲν ἄνδρας γυναῖκας πεποίηκας, τὰς δὲ γυναῖκας ἄνδρας.

Qui  trovi L'astuta Artemisia  del libro Ellenisti (diversa)