Θρᾷκες παραταξάμενοι Βοιωτοῖς παρὰ τὴν Κω παΐδα λίμνην, ἡττηθέντες, ἐς τὸν Ἑλικῶνα καταφυγόντες ἐσπείσαντο τοῖς Βοιωτοῖς ἡμέρας τινὰς, ἐν αἷς βουλευσάμενοι ἀπαλλάξονται· οἱ Βοιωτοὶ τῇ νίκῃ θαρροῦντες καὶ ταῖς σπονδαῖς πιστεύοντες τῇ Ἀθηνᾷ τῇ Ἰτωνίᾳ θύοντες ἑώρταζον ἐπινίκια. οἱ Θρᾷκες θύουσι καὶ πανηγυρίζουσιν ἀόπλοις νύκτωρ ἐπιθέμενοι πολ λοὺς μὲν ἀνεῖλον, πολλοὺς δὲ ζῶντας εἷλον. αἰτιωμένων δὲ τῶν Βοιωτῶν, ὅτι παρεσπόνδησαν, ἀπεκρίναντο οἱ Θρᾷκες, οὐδαμῶς παραβῆναι τὰς σπονδάς· ἡμέρας γὰρ συνθέσθαι ῥητὰς τῶν ἀνοχῶν, περὶ δὲ τῶν νυκτῶν μηδεμίαν συνθήκην πρὸς αὐτοὺς πεποιῆσθαι.