Σμύρναν κατὰ μῆνιν Ἀφροδίτης (οὐ γὰρ αὐτὴν ἐτίμα) ἴσχει τοῦ πατρὸς ἔρωτα, καὶ συνεργὸν λαβοῦσα τὴν τροφὸν ἀγνοοῦντι τῷ πατρὶ νύκτας δώδεκα συνευνάσθη. ὁ δὲ ὡς ᾔσθετο, σπασάμενος τὸ ξίφος ἐδίωκεν αὐτήν: ἡ δὲ περικαταλαμβανομένη θεοῖς ηὔξατο ἀφανὴς γενέσθαι. θεοὶ δὲ κατοικτείραντες αὐτὴν εἰς δένδρον μετήλλαξαν, ὃ καλοῦσι σμύρναν. δεκαμηνιαίῳ δὲ ὕστερον χρόνῳ τοῦ δένδρου ῥαγέντος γεννηθῆναι τὸν λεγόμενον Ἄδωνιν, ὃν Ἀφροδίτη διὰ κάλλος ἔτι νήπιον κρύφα θεῶν εἰς λάρνακα κρύψασα Περσεφόνῃ παρίστατο. ἐκείνη δὲ ὡς ἐθεάσατο, οὐκ ἀπεδίδου. κρίσεως δὲ ἐπὶ Διὸς γενομένης εἰς τρεῖς μοίρας διῃρέθη ὁ ἐνιαυτός, καὶ μίαν μὲν παρ᾽ ἑαυτῷ μένειν τὸν Ἄδωνιν, μίαν δὲ παρὰ Περσεφόνῃ προσέταξε, τὴν δὲ ἑτέραν παρ᾽ Ἀφροδίτῃ: ὁ δὲ Ἄδωνις ταύτῃ προσένειμε καὶ τὴν ἰδίαν μοῖραν. ὕστερον δὲ θηρεύων Ἄδωνις ὑπὸ συὸς πληγεὶς ἀπέθανε.
Ti proponiamo una traduzione molto letterale.
Mirra per l'ira di Afrodite (infatti non la teneva in nessun onore) si innamorava del padre, aiutandola la nutrice, dormì per dodici notti con suo padre che non la riconosceva (ἀγνοέω). Ma il padre, quando se ne accorgeva (αἰσθάνομαι imperf), estraendo la spada la inseguiva; Ella incalzata, (περικαταλαμβάνω part pres mp) pregava (ηὔχετο imperf εὔχομαι e regge il dativo) gli dèi di diventare invisibile. Ma gli dèi avendo pietà di Mirra, la tramutavano in quella pianta che chiamano smirne...(CONTINUA)