Ἡγοῦ κράτιστον εἶναι παρὰ μὲν τῶν θεῶν εὐτυχίαν, παρὰ δ’ ἡμῶν αὐτῶν εὐβολίαν. Ὅταν δὲ βουλεύεσθαι μέλλῃς, τὰς συμφορὰς τὰς ἐκ τῆς ἀβουλίας ἐπίβλεπε· καὶ γὰρ τῆς ὑγιείας πλείστην ἐπιμέλειαν ἔχομεν, ὅταν τὰς λύπας τὰς ἀρρωστίας ἀναμιμνῃσκώμεθα. Μᾶλλον ἀποδέχου δικαίαν πενίαν ἤ πλοῦτον ἄδικον· τοσούτῳ γὰρ κρείττων δικαιοσύνη ἐστὶ χρημάτων, ὥσῳ τὰ μὲν τοὺς ζῶντας μόνον ὠφελεῖ, ἡ δὲ καὶ τοῖς τελευτήσασι δόξαν παρασκευάζει. Πάντων μὲν ἐπιμελοῦ τῶν περὶ τὸν βίον, μάλιστα δὲ τὴν σαυτοῦ φρόνησιν ἄσκει· μέγιστον γὰρ ἐν ἐλαχίστῳ ἐστὶ νοῦς ἀγαθὸς ἐν ἀνθρώπου σώματι.Πειρῶ τῷ μὲν σώματι εἶναι φιλόπονος, τῇ δὲ ψυχῇ φιλόσοφος.

Clicca qui per la traduzione