Brasida devasta l'Attica
VERSIONE DI GRECO di Tucidide
TRADUZIONE dal libro synesis
θέρους καὶ τοῦ σίτου ἀκμάζοντος, ἐσέβαλον ἐς τὴν ᾿Αττικήνˇ ἡγεῖτο δὲ ᾿Αρχίδαμος ὁ Ζευξιδάμου, Λακεδαιμονίων βασιλεύς. καὶ καθεζόμενοι ἔτεμνον πρῶτον μὲν ᾿Ελευσῖνα καὶ τὸ Θριάσιον πεδίον καὶ τροπήν τινα τῶν ᾿Αθηναίων ἱππέων περὶ τοὺς Ῥείτους καλουμένους ἐποιήσαντοˇ ἔπειτα προυχώρουν ἐν δεξιᾷ ἔχοντες τὸ Αἰγάλεων ὄρος διὰ Κρωπιᾶς, ἕως ἀφίκοντο ἐς ᾿Αχαρνάς, χωρίον μέγιστον τῆς ᾿Αττικῆς τῶν δήμων καλουμένων, καὶ καθεζόμενοι ἐς αὐτὸ στρατόπεδόν τε ἐποιήσαντο χρόνον τε πολὺν ἐμμείναντες ἔτεμνον. γνώμῃ δὲ τοιᾷδε λέγεται τὸν ᾿Αρχίδαμον περί τε τὰς ᾿Αχαρνὰς ὡς ἐς μάχην ταξάμενον μεῖναι καὶ ἐς τὸ πεδίον ἐκείνῃ τῇ ἐσβολῇ οὐ καταβῆναιˇ τοὺς γὰρ ᾿Αθηναίους ἤλπιζεν, ἀκμάζοντάς τε νεότητι πολλῇ καὶ παρεσκευασμένους ἐς πόλεμον ὡς οὔπω πρότερον, ἴσως ἂν ἐπεξελθεῖν καὶ τὴν γῆν οὐκ ἂν περιιδεῖν τμηθῆναι. ἐπειδὴ οὖν αὐτῷ ἐς ᾿Ελευσῖνα καὶ τὸ Θριάσιον πεδίον οὐκ ἀπήντησαν, πεῖραν ἐποιεῖτο περὶ τὰς ᾿Αχαρνὰς καθήμενος εἰ ἐπεξίασινˇ