Menelao salva Elena dalla vendetta di una vedova
VERSIONE DI GRECO di Polieno
TRADUZIONE dal libro Sapheneia

Μενέλαος ἐπανιὼν ἀπ᾽ Αἰγύπτου τὴν Ἑλένην ἄγων Ῥόδῳ προσέσχε. Τληπολέμου δὲ ἐν Τροίᾳ τεθνηκότος γυνὴ Πολυξὼ πενθοῦσα, ἐπειδή τις ἤγγειλε Μενέλεων μετὰ τῆς Ἑλένης ἥκειν, τιμωρῆσαι τῷ ἀνδρὶ βουλομένη μετὰ Ῥοδίων ἁπάντων ἀνδρῶν καὶ γυναικῶν αἰρομένων πῦρ καὶ λίθους ἐπὶ τὰς ναῦς κατέδραμε. Μενέλεως ὑπὸ τοῦ πνεύματος ἀναχθῆναι κωλυόμενος τὴν μὲν Ἑλένην ἐς κοίλην ναῦν κατέκρυψε, τὸν δὲ κόσμον αὐτῆς καὶ τὸ διάδημα θεραπαίνῃ τῇ μάλιστα καλλίστῃ περιέθηκεν. οἱ δὲ μάλιστα πιστεύσαντες Ἑλένην εἶναι πῦρ καὶ λίθους ἐπὶ τὴν θεράπαιναν καὶ ὡς ἱκανὴν δίκην ἐπὶ τῷ Τληπολέμῳ λαβόντες τὸν Ἑλένης θάνατον ἀνεχώρησαν. Μενέλεως δὲ τὴν Ἑλένην ἔχων ἀπέπλευσεν.