Γνόντες δὲ οἱ Ἐπιδάμνιοι οὐδεμίαν τιμωρίαν οὖσαν σφίσιν ἀπὸ Κερκύρας, ἐν ἀπόρῳ εἴχοντο καὶ πέμψαντες ἐς Δελφοὺς τὸν θεὸν ἐπήροντο εἰ παραδοῖεν Κορινθίοις τὴν πόλιν ὡς οἰκισταῖς καὶ πειρῷντο ποιεῖσθαι ἀπ᾽ αὐτῶν τιμωρίαν τινὰ. Ὁ δὲ ἀνεῖλε τοῖς Ἐπιδαμνίοις παραδοῦναι τὴν πόλιν τοῖς Κορίνθιοι καὶ ποιεῖσθαι αὐτοὺς ἡγεμόνας. Ὡς δὲ οἱ Ἐπιδάμνιοι ἐς τὴν Κόρινθον ἦλθον, κατὰ τὸ μαντεῖον παρέδοσαν τὴν ἀποικίαν, τόν τε οἰκιστὴν ἀποδεικνύντες σφῶν ἐκ Κορίνθου ὄντα καὶ τὸ χρηστήριον δηλοῦντες, ἐδέοντό τε μὴ περιορᾶν σφᾶς φθειρομένους, ἀλλ᾽ ἐπαμῦναι. Κορίνθιοι δὲ κατά τὸ δίκαιον ὑπεδέξαντο τὴν τιμωρίαν, νομίζοντες ὡς οὐχ ἧσσον ἑαυτῶν εἴη ἡ ἀποικία ἢ Κερκυραίων.